Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.1 Dem. 32.3 (English) >>Dem. 32.6

32.1ἄνδρες δικασταί, βούλομαι παραγεγραμμένος μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, περὶ τῶν νόμων πρῶτον εἰπεῖν, καθʼ οὓς παρεγραψάμην. οἱ νόμοι κελεύουσιν, ἄνδρες δικασταί, τὰς δίκας εἶναι τοῖς ναυκλήροις καὶ τοῖς ἐμπόροις τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, καὶ περὶ ὧν ἂν ὦσι συγγραφαί· ἂν δέ τις παρὰ ταῦτα δικάζηται, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. 32.2τουτῳὶ τοίνυν Ζηνοθέμιδι πρὸς μὲν ἐμὲ ὅτι οὐδὲν ἦν συμβόλαιον οὐδὲ συγγραφή, καὐτὸς ὁμολογεῖ ἐν τῷ ἐγκλήματι· δανεῖσαι δέ φησιν Ἡγεστράτῳ ναυκλήρῳ, τούτου δʼ ἀπολομένου ἐν τῷ πελάγει, ἡμᾶς τὸ ναῦλον σφετερίσασθαι· τουτὶ τὸ ἔγκλημʼ ἐστίν. ἐκ δὴ τοῦ αὐτοῦ λόγου τήν τε δίκην οὐκ εἰσαγώγιμον οὖσαν μαθήσεσθε, καὶ τὴν ὅλην ἐπιβουλὴν καὶ πονηρίαν τουτουὶ τοῦ ἀνθρώπου ὄψεσθε. 32.3δέομαι δʼ ὑμῶν πάντων, ἄνδρες δικασταί, εἴπερ ἄλλῳ τινὶ πώποτε πράγματι τὸν νοῦν προσέσχετε, καὶ τούτῳ προσέχειν· ἀκούσεσθε γὰρ ἀνθρώπου τόλμαν καὶ πονηρίαν οὐ τὴν τυχοῦσαν, ἄνπερ ἐγὼ τὰ πεπραγμένʼ αὐτῷ πρὸς ὑμᾶς πολλάκις εἰπεῖν δυνηθῶ. οἶμαι δέ.

32.4Ζηνόθεμις γὰρ οὑτοσί, ὢν ὑπηρέτης Ἡγεστράτου τοῦ ναυκλήρου, ὃν καὶ αὐτὸς ἔγραψεν ἐν τῷ ἐγκλήματι ὡς ἐν τῷ πελάγει ἀπώλετο (πῶς δέ, οὐ προσέγραψεν, ἀλλʼ ἐγὼ φράσω), ἀδίκημα τοιουτονὶ μετʼ ἐκείνου συνεσκευάσατο. χρήματʼ ἐν ταῖς Συρακούσαις ἐδανείζεθʼ οὗτος κἀκεῖνος. ὡμολόγει δʼ ἐκεῖνος μὲν πρὸς τοὺς τούτῳ δανείζοντας, εἴ τις ἔροιτο, ἐνεῖναι σῖτον ἐν τῇ νηὶ τούτῳ πολύν, οὗτος δὲ πρὸς τοὺς ἐκείνῳ τὸν γόμον οἰκεῖον ἔχειν αὐτὸν τῆς νεώς· ὢν δʼ μὲν ναύκληρος, δʼ ἐπιβάτης, ἐπιστεύοντʼ εἰκότως περὶ ἀλλήλων ἔλεγον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.1 Dem. 32.3 (English) >>Dem. 32.6

Powered by PhiloLogic